◈ Χαιρετισμοί της Υπεραγίας Θεοτόκου ◈

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

Κοντάκιον. Ἦχος πλ. δ΄.

Τὸ προσταχθὲν µυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ ἀσώµατος λέγων τῇ ἀπειρογάµῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν µήτρᾳ σου, λαβόντα δούλου µορφήν, ἐξίσταµαι κραυγάζων σοι· χαῖρε, Νύµφη ἀνύµφευτε.

Κοντάκιον. Ἦχος πλ. δ΄.

Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀνα- γράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ πα- ντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· χαῖρε, Νύµφη ἀνύµφευτε.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέµφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (ἐκ γ΄)˙ καὶ σὺν τῇ ἀσωµάτῳ φωνῇ, σωµατούµενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυ- γάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάµψει· χαῖρε, δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.                                           

Χαῖρε, τοῦ πεσόντος Ἀδὰµ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων
τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισµοῖς· χαῖρε,
βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλµοῖς.

Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστὴρ ἐµφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.

Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ κτίστης.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Βλέπουσα ἡ ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν µου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον µοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων, οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου µύστις· χαῖρε, σιγῆς δεοµένων πίστις.

Χαῖρε, τῶν θαυµάτων Χριστοῦ τὸ προοίµιον· χαῖρε, τῶν δογµάτων
αὐτοῦ τὸ κεφά λαιον.

Χαῖρε, κλῖµαξ ἐπουράνιε, δι’ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα
µετάγουσα τοὺς ἐκ γῆς              πρὸς οὐρανόν.

Χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦµα· χαῖρε, τὸ τῶν δαιµόνων πολύθρήνητον τραῦµα.

Χαῖρε, τὸ φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς µηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

ύναµις τοῦ ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ ἀπειρογάµῳ·
καὶ τὴν εὔκαρ πον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

ἀλληλούϊα.

 

χουσα θεοδόχον, ἡ παρθένος τὴν µήτραν, ἀνέδραµε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέ- φος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασµόν, ἔχαιρε· καὶ ἅλµασιν ὡς ᾄσµασιν, ἐβόα πρὸς τὴν Θεοτόκον.

Χαῖρε, βλαστοῦ ἀµαράντου κλῆµα· χαῖρε, καρποῦ ἀκηράτου κτῆµα.

Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε φυτουργὸν τῆς ζωῆς
ἡµῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρµῶν· χαῖρε, τράπεζα
βαστάζουσα εὐθηνίαν ἱλασµῶν.

Χαῖρε, ὅτι λειµῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιµένα τῶν ψυχῶν ἑτοιµάζεις. Χαῖρε, δεκτὸν πρεσβείας θυµίαµα· χαῖρε, παντὸς τοῦ κόσµου ἐξίλασµα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Ζάλην ἔνδοθεν ἔχων, λογισµῶν ἀµφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη,
πρὸς τὴν ἄγαµόν σε θεωρῶν, καὶ κλεψίγαµον ὑπονοῶν ἄµεµπτε·
µαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύµατος ἁγίου, ἔφη·

ἀλληλούϊα.

 

κουσαν οἱ ποιµένες, τῶν ἀγγέλων ὑµνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραµόντες ὡς πρὸς ποιµένα, θεωροῦσι τοῦτον ὡς ἀµνὸν ἄµωµον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑµνοῦντες εἶπον·

Χαῖρε, ἀµνοῦ καὶ ποιµένος µήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀµυντήριον· χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον.

Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια
συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόµα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.

Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισµα· χαῖρε, λαµπρὸν τῆς χάριτος γνώρισµα. Χαῖρε, δι’ ἧς ἐγυµνώθη ὁ ᾅδης· χαῖρε, δι’ ἧς ἐνεδύθηµεν δόξαν.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Θεοδρόµον ἀστέρα, θεωρήσαντες µάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα·
καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες·

ἀλληλούϊα.

δον παῖδες χαλδαίων, ἐν χερσὶ τῆς παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε µορφήν, ἔσπευσαν τοῖς δώροις θε- ραπεῦσαι, καὶ βοῆσαι τῇ εὐλογηµένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου µήτηρ· χαῖρε, αὐγὴ µυστικῆς ἡµέρας.

Χαῖρε, τῆς ἀπάτης τὴν κάµινον σβέσασα· χαῖρε, τῆς Τριάδος
τοὺς µύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον, ἐκβαλοῦσα
τῆς ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουµένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυοµένη τῶν ἔργων.

Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Κήρυκες θεοφόροι, γεγονότες οἱ µάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα·
ἐκτελέσαντές  σου τὸν χρησµόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, µὴ εἰδότα ψάλλειν·

ἀλληλούϊα.

 

Λάµψας ἐν τῇ Αἰγύπτῳ φωτισµὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, µὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέ- ντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιµόνων.

Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον
ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα, Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα
ἡ ποτίσασα, τοὺς διψῶ ντας τὴν ζωήν.

Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσµου, πλατυτέρα                  νεφέλης.

Χαῖρε, τροφὴ τοῦ µάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε. Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει µέλι καὶ γάλα.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Μέλλοντος Συµεῶνος, τοῦ παρόντος αἰῶνος· µεθίστασθαι τοῦ
ἀπατεῶνος,ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ’ ἐγνώσθης τούτῳ καὶ Θεὸς
τέλειος·διό περ ἐξεπλάγη, σοῦ τὴν ἄῤῥητον σοφίαν, κράζων·

ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐµφανίσας ὁ κτίστης, ἡµῖν τοῖς ὑπ’ αὐτοῦ γενοµένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον· ἵνα τὸ θαῦµα βλέπο- ντες, ὑµνήσωµεν αὐτὴν βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάµπουσα· χαῖρε, τῶν ἀγγέλων τὸν
βίον ἐµφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί·
χαῖρε, ξύλον εὐσκιόφυλλον,  ὑφ’ οὗ σκέπονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωµένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχµαλώτοις. Χαῖρε, κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.

Χαῖρε, στολὴ τῶν γυµνῶν παῤῥησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Ξένον τόκον ἰδόντες, ξενωθῶµεν τοῦ κόσµου, τὸν νοῦν εἰς οὐρανὸν
µεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς
ἄνθρωπος, βουλόµενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·

ἀλληλούϊα.

 

λος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκα- τάβασις γὰρ θεϊκή, οὐ µετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ παρθένου θεολή- πτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ µυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀµφίβολον ἄκουσµα· χαῖρε, τῶν πιστῶν
ἀναµφίβολον καύχηµα.
Χαῖρε, ὄχηµα πανάγιον τοῦ ἐπὶ τῶν χερουβίµ·
χαῖρε, οἴκηµα πανάριστον τοῦ ἐπὶ τῶν σεραφίµ.

Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα. Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις· χαῖρε, δι’ ἧς ἠνοίχθη παράδεισος.

Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Πᾶσα φύσις ἀγγέλων, κατεπλάγη τὸ µέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡµῖν µὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶµεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος µένεις καὶ τεκεῖν ἴσχυσας· ἡµεῖς δὲ τὸ µυστήριον θαυ- µάζοντες, πιστῶς βοῶµεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταµεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους
ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐµωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε, ὅτι ἐµαράνθησαν
οἱ τῶν µύθων                         ποιηταί.

Χαῖρε, τῶν ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν ἁλιέων τὰς
σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα. Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε, λιµὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Σῶσαι θέλων τὸν κόσµον, ὁ τῶν ὅλων κοσµήτωρ, πρὸς τοῦτον
αὐτεπάγγελτος ἦλθε· καὶ ποιµὴν ὑπάρχων ὡς Θεός, δι’ ἡµᾶς ἐφάνη
καθ’ ἡµᾶς ἄνθρωπος· ὁµοίῳ γὰρ τὸ ὅµοιον καλέσας, ὡς Θεὸς ἀκούει·

ἀλληλούϊα.

 

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε ποιητὴς ἄχραντε, οἰκήσας ἐν τῇ µήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε,
σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.

Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα
τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστὰς ἀσπόρου νυµφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρµόζουσα. Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυµφοστόλε ἁγίων.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

µνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν
 οἰκτιρµῶν σου· ἰσαρίθµους γὰρ τῇ ψάµµῳ ᾠδάς, ἂν προσφέρωµέν σοι,
 βασιλεῦ ἅγιε, οὐδὲν τελοῦµεν ἄξιον, ὧν δέδωκας ἡµῖν τοῖς σοὶ βοῶσιν·

ἀλληλούϊα.

Φωτοδόχον λαµπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶµεν τὴν ἁγίαν παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιµωµένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάµπουσα· χαῖρε, ὡς βροντὴ
τοὺς ἐχθροὺς καταπλήττουσα.

Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισµόν· χαῖρε, ὅτι τὸν
πολύῤῥυτον, ἀνα- βλύζεις ποταµόν.

Χαῖρε, τῆς κολυµβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁµαρτίας ἀναιροῦσα τὸν ῥύπον.

Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν. Χαῖρε, ὀσµὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ µυστικῆς εὐωχίας.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

Χάριν δοῦναι θελήσας. ὀφληµάτων ἀρχαίων ὁ πάντων χρεωλύτης
ἀνθρώπων, ἐπεδήµησε δι’ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήµους τῆς αὐτοῦ
χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

ἀλληλούϊα.

 

Ψάλλοντές σου τὸν τόκον, ἀνυµνοῦµέν σε πάντες, ὡς ἔµψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρί, Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδα- ξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, ἁγία ἁγίων µείζων.

Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύµατι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.

Χαῖρε, τίµιον διάδηµα βασιλέων εὐσεβῶν· χαῖρε, καύχηµα
σεβάσµιον ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας
 τὸ ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσι. Χαῖρε, χρωτὸς τοῦ ἐµοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐµῆς σωτηρία.

Χαῖρε, Νύµφη ἀνύµφευτε.

 

πανύµνητε µῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ΄)˙
δεξαµέ- νη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συµφορᾶς ἅπαντας·
καὶ τῆς µελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·

ἀλληλούϊα.

Καὶ πάλιν τὸ εἰρηµένον κοντάκιον.

Ἦχος πλ. δ΄.

Τῇ ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀνα- γράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, ἐκ παντοίων µε κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· χαῖρε, Νύµφη ἀνύµφευτε.

ι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἐλέησον ἡµᾶς.