Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
(Τελεῖται τῇ Μεγάλῃ Παρασκευῇ ἑσπέρας)
* * *
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Τὰ Ἐγκώμια.
Μετὰ τὴν Θ΄ ᾨδὴν
ἀρχόμεθα ψάλλειν τὰ ἑπόμενα Τροπάρια, ἤτοι τὰ ἐγκώμια, εἰς τρεῖς στάσεις.
ΣΤΑΣΙΣ ΠΡΩΤΗ.
Ἦχος πλ. α΄.
Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
Ἡ ζωὴ πῶς θνῄσκεις;
πῶς καὶ τάφῳ οἰκεῖς;
τοῦ θανάτου τὸ βασίλειον λύεις δέ,
καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.
Μεγαλύνομέν σε,
Ἰησοῦ Βασιλεῦ,
καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου,
δι’ ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.
Ὁ Δεσπότης πάντων,
καθορᾶται νεκρός,
καὶ ἐν μνήματι καινῷ κατατίθεται,
ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.
Ἡ ζωὴ ἐν τάφῳ
κατετέθης Χριστέ,
καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας,
καὶ ἐπήγασας τῷ κόσμῳ, τὴν ζωήν.
Ὁ ὡραῖος κάλλει,
παρὰ πάντας βροτούς,
ὡς ἀνείδεος νεκρὸς καταφαίνεται,
ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.
Ἰησοῦ γλυκύ μοι,
καὶ σωτήριον φῶς,
τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι;
ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!
Ἀπορεῖ καὶ φύσις,
νοερὰ καὶ πληθύς,
ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον,
τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῇς.
Δακρυῤῥόους θρήνους,
ἐπί σε ἡ Ἁγνή,
μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα·
πῶς κηδεύσω σε Υἱέ;
Ὑπὸ γῆν ἐκρύβης,
ὥσπερ ἥλιος νῦν,
καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι·
ἀλλ’ ἀνάτειλον φαιδρότερον Σωτήρ.
Ἡ ζωὴ θανάτου,
γευσαμένη Χριστός,
ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε,
καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.
Νεκρωθέντα πάλαι,
τὸν Ἀδὰμ φθονερῶς,
ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου,
νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδὰμ.
Νοεραί σε τάξεις,
ἠπλωμένον νεκρόν,
καθορῶσαι δι’ ἡμᾶς ἐξεπλήττοντο,
καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.
Καθελών σε Λόγε,
ἀπὸ ξύλου νεκρόν,
ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο·
ἀλλ’ ἀνάστα σῴζων πάντας ὡς Θεός.
Ὑψωθεὶς ἐν ξύλῳ,
καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς·
ὑπὸ τὴν γῆν δὲ γενόμενος,
τοὺς κειμένους δ’ ὑπ’ αὐτὴν ἐξανιστᾶς.
Ὥσπερ λέων Σῶτερ,
ἀφυπνώσας σαρκί,
ὡς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι,
ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.
Τὴν πλευρὰν ἐνύγης,
ὁ πλευρὰν εἰληφὼς,
τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας,
καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.
Ἡ Ζωὴ θανάτῳ,
θαῦμα! Πῶς ὁμιλεῖ;
Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος;
ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;
Ὁ ζωῆς ταμίας,
πῶς ὁρᾶται νεκρός;
ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον·
πως δ’ ἐν μνήματι συγκλείεται Θεός;
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀνυμνοῦμεν Λόγε σε τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μακαρίζομέν σε,
Θεοτόκε ἁγνή,
καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον,
τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον..
Ἡ ζωὴ ἐν τάφῳ,
κατετέθης Χριστέ,
καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι τὴν σήν.
ΔΙΑΚΟΝΟΣ: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (καί μετά ἀπό κάθε αἴτηση)
ΔΙΑΚΟΝΟΣ: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας (Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς), μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ: Ὅτι εὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἦχος πλ. α΄.
Ἄξιόν ἐστι,
μεγαλύνειν σε τὸν Ζωοδότην,
τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα,
καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
Ἄξιόν ἐστι,
μεγαλύνειν σε τὸν πάντων Κτίστην·
τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν,
τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ,
καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη,
σοῦ τοῦ ἀνεσπέρου φωτὸς Χριστέ,
ἐν τῷ τάφῳ δύντος νῦν σωματικῶς.
Ὕπνωσας, Χριστέ,
τὸν φυσίζωον ὕπνον ἐν τάφῳ,
καὶ βαρέως ὕπνου ἐξήγειρας,
τοῦ τῆς ἁμαρτίας, τῶν ἀνθρώπων ως Θεός.
Μόνη γυναικῶν,
χωρὶς πόνων ἔτεκόν σε Τέκνον,
πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ,
ἀφορήτους, ἀνεβόα ἡ Σεμνή.
Ἄνω σε Σωτήρ,
ἀχωρίστως τῷ Πατρὶ συνόντα,
κάτω δὲ νεκρὸν ἠπλωμένον γῆ,
καθορῶντα φρίττει νῦν τὰ Σεραφίμ.
Ρήγνυται ναοῦ,
καταπέτασμα τῇ σῇ Σταυρώσει,
κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς,
σου κρυβέντος τοῦ ἡλίου ὑπὸ γῆν.
Γῆς ὁ καταρχάς,
μόνῳ νεύματι πήξας τὸν γῦρον,
ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν·
τῷ θεάματι δε φρῖξον οὐρανέ.
Ἔδυς ὑπὸ γῆν
ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας,
ἴν’ ἐξαναστήσῃς τοῦ πτώματος,
τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτῳ κράτει.
Θρῆνον ἱερόν,
δεῦτε ᾄσωμεν Χριστῷ θανόντι,
ὡς αἱ Μυροφόροι γυναῖκες πρίν,
ἵν’ ἀκούσωμεν τὸ Χαῖρε σὺν αὐταῖς.
Μύρον ἀληθῶς,
σὺ ἀκένωτον ὑπάρχεις Λόγε·
ὅθεν σοι καὶ μύρα προσέφερον,
Μυροφόροι σοι τῷ ζῶντι, ὡς νεκρῷ.
ᾍδου μὲν ταφείς,
τὰ βασίλεια Χριστὲ συντρίβεις,
θάνατον θανάτῳ δὲ θανατοῖς,
καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.
Ρεῖθρα τῆς ζωῆς,
ἡ προχέουσα Θεοῦ σοφία,
τάφον ὑπεισδῦσα ζωοποιεῖ,
τοὺς ἐν τοῖς ἀδύτοις ᾅδου μυχοῖς.
Ἵνα τὴν βροτῶν,
καινουργήσω συντριβεῖσαν φύσιν,
πέπληγμαι θανάτῳ θέλων σαρκί.
Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.
Ἔδυς ὑπὸ γῆν,
ὁ φωσφόρος τῆς δικαιοσύνης
καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας,
ἐκδιώξας ἅπαν, τὸ ἐν τῷ ᾅδῃ σκότος.
Κόκκος διφυὴς,
ὁ φυσίζωος ἐν γῆς λαγόσι,
σπείρεται σὺν δάκρυσι σήμερον,
ἀλλ’ ἀναβλαστήσας, Κόσμον χαροποιήσει.
Ἔπτηξεν Ἀδάμ,
Θεοῦ βαίνοντος ἐν Παραδείσῳ,
χαίρει δὲ πρὸς ᾅδην φοιτήσαντος,
πεπτωκὸς τὸ πρώην, καὶ νῦν ἐξεγερθείς.
Σπένδει σοι χοὰς,
ἡ τεκοῦσά σε Χριστὲ δακρύων,
σαρκικῶς κατατεθέντι ἐν μνήματι,
ἐκβοῶσα, Τέκνον, ἀνάστα ὡς προέφης.
Τάφῳ Ἰωσήφ,
εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων,
ὕμνους ἐξοδίους θεοπρεπεῖς,
τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.
Ἥλοις σε Σταυρῷ,
πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε,
βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς,
βέβληται καὶ βέλεσι τὴν ψυχήν.
Σὲ τὸν τοῦ παντός γλυκασμὸν
ἡ Μήτηρ καθορῶσα,
πόμα ποτιζόμενον τὸ πικρόν,
βρέχει δάκρυσι τὰς ὄψεις γοερῶς.
Τέτρωμαι δεινῶς,
καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε,
βλέπουσα σφαγήν σου τὴν ἄδικον,
ἡ Παρθένος ἀνεβόα ἐν κλαυθμῷ.
Ὄμμα τὸ γλυκύ,
καὶ τὰ χείλη σου πῶς μύσω Λόγε;
πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε;
Μετὰ φρίκης ἀνεβόα Ἰωσήφ.
Ὕμνους Ἰωσήφ,
καὶ Νικόδημος ἐπιταφίους,
ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν·
σὺν αὐτοῖς δὲ μελωδεῖ τὰ Σεραφίμ.
Δύνεις ὑπὸ γῆν,
Σῶτερ Ἥλιε δικαιοσύνης·
ὅθεν ἡ τεκοῦσα Σελήνη σε,
ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.
Ἔφριξεν ὁρῶν, Σῶτερ,
ᾅδης σε τὸν ζωοδότην,
πλοῦτον τὸν ἐκείνου σκυλεύοντα,
καὶ τοὺς ἀπ’ αἰῶνος, νεκροὺς ἐξανιστῶντα.
Ἥλιος φαιδρόν,
ἀπαστράπτει μετὰ νύκτα Λόγε·
καὶ σῦ δ’ ἀναστὰς ἐξαστράψειας,
μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.
Γῆ σε πλαστουργέ,
ὑπὸ κόλπους δεξαμένη τρόμῳ,
συσχεθεῖσα Σῶτερ τινάσσεται,
ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.
Μύροις σε Χριστέ,
ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων,
νῦν καινοπρεπῶς περιστείλαντες, ἀνεβόων·
φρῖξον, ἅπασα ἡ γῆ.
Ἔδυς Φωτουργέ,
καὶ συνέδυ σοι τὸ φῶς ἡλίου·
τρόμω δὲ ἡ κτίσις συνέχεται,
πάντων σε κηρύττουσα Ποιητήν.
Λίθος λαξευτὸς
τὸν ἀκρόγωνον καλύπτει λίθον·
ἄνθρωπος θνητὸς δ’ ὡς θνητὸν Θεόν,
κρύπτει νῦν τῷ τάφῳ· φρῖξον ἡ γῆ!
Ἴδε Μαθητήν,
ὃν ἠγάπησας καὶ σὴν Μητέρα,
Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον,
ἀνεβόα θρηνῳδοῦσα ἡ Ἁγνή.
Ως ὤν ζωῆς,
χορηγὸς Λόγε τοὺς Ἰουδαίους,
ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας,
ἀλλ’ ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.
Κάλλος Λόγε πρίν,
οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες,
ἀλλ’ ἐξαναστὰς ὑπερέλαμψας,
καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.
Ἔδυς τῇ σαρκί,
ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος·
καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος,
ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.
Ἥλιος ὁμοῦ,
καὶ σελήνη σκοτισθέντες Σῶτερ,
δούλους εὐνοοῦντας εἰκόνιζον,
οἱ μελαίνας ἀμφιέννυνται στολάς.
Οἷδέ σε Θεὸν,
Ἑκατόνταρχος κἄν ἐνεκρώθης,
πῶς σὲ οὖν Θεέ μου ψαύσω χερσί;
φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.
Ὕπνωσεν Ἀδάμ,
ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει ·
σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ,
βρύεις ἐκ πλευρᾶς σου κόσμῳ ζωήν.
Ὕπνωσας μικρόν,
καὶ ἐζώωσας τοὺς τεθνεῶτας,
καὶ ἐξαναστὰς ἐξανέστησας,
τοὺς ὑπνοῦντας ἐξ αἰῶνος, Ἀγαθέ.
Ἤρθης ἀπὸ γῆς,
ἀλλ’ ἀνέβλυσας τῆς σωτηρίας,
τὸν οἶνον ζωήῤῥυτε ἄμπελε.
Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.
Πῶς οἱ νοεροί,
Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες,
γυμνὸν ᾑμαγμένον κατάκριτον,
ἔφερον τὴν τόλμην τῶν σταυρωτῶν;
Ἀραβιανόν,
σκολιώτατον γένος Ἑβραίων,
ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ·
διά τι κατέκρινας τὸν Χριστόν;
Χλαῖναν ἐμπαιγμοῦ,
τὸν Κοσμήτορα πάντων ἐνδύεις,
ὃς τὸν οὐρανὸν κατηστέρωσε,
καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.
Ὥσπερ πελεκάν,
τετρωμένος τὴν πλευράν σου Λόγε,
σοὺς θανόντας παῖδας ἐζώωσας,
ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.
Ἥλιον τὸ πρὶν,
Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν·
αὐτὸς δὲ ἀπέκρυψας,
καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.
Κόλπων πατρικῶν,
ἀνεκφοίτητος μείνας, οἰκτίρμον,
καὶ βροτὸς γενέσθαι εὐδόκησας,
καὶ εἰς ᾅδην καταβέβηκας Χριστέ.
Ἤρθη σταυρωθείς,
ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας,
ἄπνους δ’ἐν αὐτῇ οὗτος θάπτεται,
ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.
Οἴμοι ὦ Υἱέ!
ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει,
ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον,
κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.
Ταῦτα Γαβριήλ,
μοι ἀπήγγειλεν ὅτε κατέπτη,
ὃς τὴν βασιλείαν αἰώνιον,
ἔφη εἶναι τοῦ Υἱοῦ μου Ἰησοῦ.
Φεῦ! τοῦ Συμεών,
ἐκτετέλεσται ἡ προφητεία·
ἡ γὰρ σὴ ῥομφαῖα διέδραμε,
τὴν καρδίαν τὴν ἐμὴν Ἐμμανουήλ.
Κἄν τοὺς ἐκ νεκρῶν,
ἐπαισχύνθητε ὦ Ἰουδαῖοι,
οὕς ὁ ζωοδότης ἀνέστησεν,
ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς.
Ἔφριξεν ἰδών,
τὸ ἀόρατον φῶς σε Χριστέ μου,
μνήματι κρυπτόμενον ἄπνουν τε,
καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.
Ἔκλαιε πικρῶς,
ἡ πανάμωμος Μήτηρ σου Λόγε,
ὅτε ἐν τῷ τάφῳ ἑώρακε,
σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.
Νέκρωσιν τὴν σήν,
ἡ πανάφθορος Χριστέ σου Μήτηρ,
βλέπουσα πικρῶς σοι ἐφθέγγετο·
μὴ βραδύνης ἡ ζωὴ ἐν τοῖς νεκροῖς.
Ἄδης ὁ δεῖνος,
συνετρόμαξεν ὅτε σε εἶδεν,
Ἥλιε τῆς δόξῃς ἀθάνατε,
καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.
Μέγα καί, φρικτὺν,
Σῶτερ θέαμα νῦν καθορᾶται!
ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη,
ζωῶσαι θέλων πάντας.
Νύττῃ τὴν πλευρὰν,
καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας,
πληγὴν ἐκ πλευράς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν,
χειρῶν τῶν Προπατόρων.
Πρὶν τὸν τῆς Ραχήλ,
υἱὸν ἔκλαυσεν ἅπας κατ’ οἶκον·
νῦν τὸν τῆς Παρθένου ἐκόψατο,
Μαθητῶν χορεία σὺν τῇ Μητρί.
Ράπισμα χειρῶν,
Χριστοῦ δέδωκαν ἐν σιαγόνι,
τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος,
καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.
Ὕμνοις σου Χριστέ,
νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε,
ἅπαντες πιστοὶ ἐκθειάζομεν,
οἱ θανάτου λυτρωθέντες σῇταφῇ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἄναρχε Θεέ,
συναΐδιε Λόγε καὶ Πνεῦμα,
σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον,
κατὰ πολεμίων ὡς ἀγαθός.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τέξασα ζωήν,
Παναμώμητε ἁγνὴ Παρθένε,
παῦσον Ἐκκλησίας τὰ σκάνδαλα,
καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον..
Ἄξιόν ἐστι,
μεγαλύνειν σε τὸν Ζωοδότην,
τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα,
καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.
ΔΙΑΚΟΝΟΣ: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (καί μετά ἀπό κάθε αἴτηση)
ΔΙΑΚΟΝΟΣ: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας (Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς), μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ θρόνου δόξης τῶν Χερουβὶμ ἐπαναπαυόμενος, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῶ ἀνάρχω σου Πατρί, καὶ τῶ παναγίω, καὶ ἀγαθῶ, καὶ ζωοποιῶ σου Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΣΤΑΣΙΣ ΤΡΙΤΗ.
Ἠχος γ΄.
Αἱ γενεαὶ πᾶσαι,
ὕμνον τῇ Ταφῇ σου,
προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου,
ὁ Ἀριμαθαίας,
ἐν ταφῶ σε κηδεύει.
Μυροφόροι ἦλθον,
μύρα σοι Χριστέ μου,
κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις,
ὕμνους ἐξοδίους,
προσοίσωμεν τῷ Κτίστῃ.
Ὡς νεκρὸν τὸν ζῶντα,
σὺν Μυροφόροις πάντες,
μυρίσωμεν ἐμφρόνως.
Ἰωσὴφ τρισμάκαρ,
κήδευσον τὸ σῶμα,
Χριστοῦ τοῦ ζωοδότου.
Οὕς ἔθρεψε τὸ μάννα,
ἐκίνησαν τὴν πτέρναν,
κατὰ τοῦ Εὐεργέτου.
Οὕς ἔθρεψε τὸ μάννα,
φέρουσι τῷ Σωτῆρι,
χολὴν ἅμα καὶ ὄξος.
Ὢ τῆς παραφροσύνης,
καὶ τῆς Χριστοκτονίας,
τῆς τῶν προφητοκτόνων!
Ὡς ἄφρων ὑπηρέτης,
προδέδωκεν ὁ μύστης,
τὴν ἄβυσσον σοφίας.
Τὸν ῥύστην ὁ πωλήσας,
αἰχμάλωτος κατέστη,
ὁ δόλιος Ἰούδας.
Κατὰ τὸν Σολομῶντα,
βόθρος βαθὺς τὸ στόμα,
Ἑβραίων παρανόμων.
Ἑβραίων παρανόμων,
ἐν σκολιαῖς πορείαις,
τρίβολοι καὶ παγίδες.
Ἰωσὴφ κηδεύει,
σὺν τῷ Νικοδήμω,
νεκροπρεπῶς τὸν Κτίστην.
Ζωοδότα Σῶτερ,
δόξα σου τῷ κράτει,
τὸν ᾅδην καθελόντι.
Ὕπτιον ὁρῶσα,
ἡ Πάναγνός σε Λόγε,
μητροπρεπῶς ἐθρήνει.
Ὢ γλυκύ μου ἔαρ,
γλυκύτατόν μου Τέκνον,
ποῦ ἔδυ σου τὸ κάλλος;
Θρῆνον συνεκίνει,
ἡ πάναγνός σου Μήτηρ,
σοῦ Λόγε νεκρωθέντος.
Γύναια σὺν μύροις,
ἥκουσι μυρίσαι,
Χριστὸν τὸ θεῖον μύρον.
Θάνατον θανάτῳ,
σὺ θανατοῖς Θεέ μου,
θείᾳ σου δυναστείᾳ.
Πεπλάνηται ὁ πλάνος,
ὁ πλανηθεὶς λυτροῦται,
σοφίᾳ σῇ Θεέ μου.
Πρὸς τὸν πυθμένα ᾅδου,
κατήχθη ὁ προδότης,
διαφθορᾶς εἰς φρέαρ.
Τρίβολοι καὶ παγίδες,
ὁδοὶ τοῦ τρισαθλίου,
παράφρονος Ἰούδα.
Συναπολοῦνται πάντες,
οἱ σταυρωταί σου Λόγε,
Υἱὲ Θεοῦ παντάναξ.
Διαφθορᾶς εἰς φρέαρ,
συναπολοῦνται πάντες,
οἱ ἄνδρες τῶν αἱμάτων.
Υἱὲ Θεοῦ παντάναξ,
Θεέ μου πλαστουργέ μου,
πῶς πάθος κατεδέξω;
Ἡ δάμαλις τὸν μόσχον,
ἐν Ξύλῳ κρεμασθέντα,
ἠλάλαζεν ὁρῶσα.
Σῶμα τὸ ζωηφόρον,
ὁ Ἰωσὴφ κηδεύει,
μετὰ τοῦ Νικοδήμου.
Ἀνέκραζεν ἡ Κόρη,
θερμῶς δακρυῤῥοοῦσα,
τὰ σπλάγχνα κεντουμένη.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου,
γλυκύτατόν μου Τέκνον,
πῶς τάφῳ νῦν καλύπτῃ;
Τὸν Ἀδὰμ καὶ Εὔαν,
ἐλευθερῶσαι, Μῆτερ,
μὴ θρήνει, ταῦτα πάσχω.
Δοξάζω σου Υἱέ μου,
τὴν ἄκραν εὐσπλαγχνίαν,
ἧς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης,
καὶ χολὴν οἰκτίρμων,
τὴν πάλαι λύων γεῦσιν.
Ἰκρίω προσεπάγης,
ὁ πάλαι τὸν λαόν σου,
στύλῳ νεφέλης σκέπων.
Αἱ Μυροφόροι Σῶτερ,
τῷ τάφῳ προσελθοῦσαι,
προσέφερόν σοι μύρα.
Ἀνάστηθι, οἰκτίρμον,
ἡμᾶς ἐκ τῶν βαράθρων,
ἐξανιστῶν τοῦ ᾅδου.
Ἀνάστα Ζωοδότα,
ἥ σε τεκοῦσα Μήτηρ,
δακρυῤῥοοῦσα λέγει.
Σπεῦσον ἐξαναστῆναι,
τὴν λύπην λύων Λόγε,
τῆς Σε ἁγνῶς Τεκούσης.
Οὐράνιαι Δυνάμεις,
ἐξέστησαν τῷ φόβῳ,
νεκρόν σε καθορώσαι.
Τοῖς ποθῶ τε καὶ φόβῳ,
τὰ πάθη σου τιμῶσι,
πταισμάτων δίδου λύσιν.
Ὢ φρικτὸν καὶ ξένον,
θέαμα Θεοῦ Λόγε!
πῶς γῆ σε συγκαλύπτει;
Φέρων πάλαι φεύγει,
Σῶτερ Ἰωσήφ σε,
καὶ νῦν σε ἄλλος θάπτει.
Κλαίει καὶ θρηνεῖ σε,
ἡ πάναγνός σου Μήτηρ,
Σωτήρ μου νεκρωθέντα.
Φρίττουσιν οἱ νόες,
τὴν ξένην καὶ φρικτήν σου,
Ταφὴν τοῦ πάντων Κτίστου.
Ἔῤῥαναν τὸν τάφον,
αἱ Μυροφόροι μύρα,
λίαν πρωὶ ἐλθοῦσαι.
Ἀρώματα καὶ μύρα,
μαθήτριαι γυναῖκες,
προσφέρουσι τῷ Τάφῳ.
Τὸ «χαίρετε» δ’ ἐκεῖναι,
ἀκούουσιν εὐθέως,
εἰς ἀμοιβὴν τῶν δώρων.
Τὰ δάκρυα ὡς μύρα,
τῇ σῇ Ταφῇ προσφέρειν,
ἀξίωσόν με Σῶτερ.
Εἰρήνην Ἐκκλησία,
λαῷ σου σωτηρίαν,
δώρησαι σῆ Ἐγέρσει.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὦ Τριὰς Θεέ μου,
Πατὴρ Υἱὸς καὶ Πνεῦμα,
ἐλέησον τὸν Κόσμον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου,
Ἀνάστασιν Παρθένε,
ἀξίωσον σοὺς δούλους.
Καὶ πάλιν παρὰ τῶν δύο Χορῶν τὸ πρῶτον..
Αἱ γενεαὶ πᾶσαι,
ὕμνον τῇ Ταφῇ σου,
προσφέρουσι Χριστέ μου.
Εὐλογητάρια. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατε- πλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῶ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ Ἄδου πάντας ἐλευθερώσαντα.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τὶ τὰ μύρα, συμπαθῶς τοὶς δάκρυσιν, ὧ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφω Ἄγγελος, προσεφθέγγετο ταὶς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ἤσθη- τε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωϊ, Μυροφόροι ἕδρα- μον, πρὸς τὸ μνήμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε, θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δὲ Ἀπόστόλοις εἴπατε.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες; μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνήμά σου Σῶτερ ἐνηχοῦντο, Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τὶ μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος.
Δόξα… Τριαδικὸν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν μιὰ τῇ οὐσία, σὺν τοὶς Σεραφίμ, κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν… Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τὴ Εὔα, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Δόξα σοὶ ὁ Θεός. (ἐκ γ’)
ΔΙΑΚΟΝΟΣ: Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (καί μετά ἀπό κάθε αἴτηση)
ΔΙΑΚΟΝΟΣ: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας (Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς), μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ: Σὺ γὰρ εἰ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀνα- πέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.